Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.20 Joseph. BJ 5.27 (English) >>Joseph. BJ 5.33

5.24ἀεὶ δʼ ἐφʼ ὅσον τρέψαιτο τῆς πόλεως ὑπεπίμπρη τὰς οἰκίας σίτου μεστὰς καὶ παντοδαπῶν ἐπιτηδείων· τὸ δʼ αὐτὸ πάλιν ὑποχωροῦντος ἐπιὼν Σίμων ἔπραττεν, ὥσπερ ἐπίτηδες Ῥωμαίοις διαφθείροντες παρεσκευάσατο πρὸς πολιορκίαν πόλις, καὶ τὰ νεῦρα

-- --

τῆς αὐτῶν ὑποκόπτοντες δυνάμεως. 5.25συνέβη γοῦν τὰ μὲν περὶ τὸ ἱερὸν πάντα συμφλεγῆναι καὶ μεταίχμιον ἐρημίας γενέσθαι παρατάξεως οἰκείας τὴν πόλιν, κατακαῆναι δὲ πλὴν ὀλίγου πάντα τὸν σῖτον, ὃς ἂν αὐτοῖς οὐκ ἐπʼ ὀλίγα διήρκεσεν ἔτη πολιορκουμένοις. 5.26λιμῷ γοῦν ἑάλωσαν, ὅπερ ἥκιστα δυνατὸν ἦν, εἰ μὴ τοῦτον αὑτοῖς προπαρεσκεύασαν. 5.27

Πανταχόθεν δὲ τῆς πόλεως πολεμουμένης ὑπὸ τῶν ἐπιβούλων καὶ συγκλύδων μέσος δῆμος ὥσπερ μέγα σῶμα διεσπαράσσετο. 5.28γηραιοὶ δὲ καὶ γυναῖκες ὑπʼ ἀμηχανίας τῶν εἴσω κακῶν ηὔχοντο Ῥωμαίοις καὶ τὸν ἔξωθεν πόλεμον ἐπʼ ἐλευθερίᾳ τῶν εἴσω κακῶν ἐκαραδόκουν. 5.29κατάπληξις δὲ δεινὴ καὶ δέος ἦν τοῖς γνησίοις, καὶ οὔτε βουλῆς καιρὸς εἰς μεταβολὴν οὔτε συμβάσεως ἐλπὶς οὔτε φυγὴ τοῖς ἐθέλουσιν· 5.30ἐφρουρεῖτο γὰρ πάντα, καὶ τὰ λοιπὰ στασιάζοντες οἱ ἀρχιλῃσταὶ τοὺς εἰρηνικὰ Ῥωμαίοις φρονοῦντας πρὸς αὐτομολίαν ὑπόπτους ὡς κοινοὺς πολεμίους ἀνῄρουν καὶ μόνον ὡμονόουν τὸ φονεύειν τοὺς σωτηρίας ἀξίους.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.20 Joseph. BJ 5.27 (English) >>Joseph. BJ 5.33

Powered by PhiloLogic